Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 11 Ὀκτωβρίου 2026, Τῶν Ἁγίων Πατέρων Ζ΄ Οἰκ. Συνόδου (Τίτ. γ΄ 8-15)

8 Πιστὸς ὁ λόγος· καὶ πε­­ρὶ τούτων βούλομαί σε δια­­βεβαιοῦσθαι, ἵνα φρον­­τί­­ζωσι καλῶν ἔργων προΐ­στασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώ­ποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρό­πεμ­­­ψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 11 Ὀκτωβρίου 2026, Δ΄ Λουκᾶ (Λουκ. η΄ 5-15)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀ­κούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλού­του καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κα­τέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ταῦτα λέ­γων ἐφώνει· ὁ ἔ­χων ὦτα ἀκούειν ἀκουέτω.

Στήν Κιβωτό

Τό Ὀρθόδοξο χριστιανικό ἦθος

«Μόρφωσόν Σου τόν Χριστόν ἐν τῷ μέλλοντι ἀναγεννάσθαι, καί οἰκοδόμησον αὐτόν ἐν τῷ θεμελίω τῶν Ἀποστόλων καί τῶν Προφητῶν Σου·καί μή καθέλης, ἀλλά φύτευσον αὐτόν φύτευμα ἀληθείας ἐν τῇ Ἁγία Σου Καθολική καί Ἀποστολική Ἐ κ κ λ η σ ί α…» (Εὐχή τοῦ ἁγίου Βαπτίσματος)

I

Τί ἄλλο εἶναι ὁ Χριστιανισμός παρά Αὐτός ὁ ἴδιος ὁ Χριστός; Χριστός δέ θά πεῖ, καί εἶναι πραγματικά, ὁ Λόγος καί Υἱός τοῦ Θεοῦ, πού σαρκώθηκε καί ἔγινε ἄνθρωπος. Τό ὄνομα τοῦ Χριστοῦ («χρισμένος», ἀπό τό χρίω) προέρχεται, ὅπως εἶναι γνωστό, ἀπό τό γεγονός τῆς Σαρκώσεως τοῦ Θεοῦ Λόγου καί τῆς ἑνώσεως Θεοῦ καί ἀνθρώπου στό πρόσωπο τοῦ Κυρίου. Ἐπειδή δέ στό Χριστό ἑνώθηκαν μιά γιά πάντα Θεός καί ἄνθρωπος καί συνεπῶς ἐ χ ρ ί σ θ η ὁ ἄνθρωπος ἀπό τό Θεό, ἡ ἀνθρώπινη φύση ἀπό τή θεία φύση, γι’ αὐτό καί ὁ Λόγος τοῦ Θεοῦ πού σαρκώθηκε καί ἔγινε ἄνθρωπος λέγεται «Χριστός», δηλαδή Θεός μαζί καί ἄνθρωπος, Θε-ἄνθρωπος.

 Παναγία, ἡ τοῦ κόσμου Παράκληση

 

Στόν γάμο τῆς Κανᾶ (Ἰωάν. 2), ἡ Μητέρα τοῦ Κυρίου πλησίασε τόν Υἱό της μέ πολλή διακριτικότητα καί ταπείνωση, ὄντας ταπεινή καί ἁγία Παρθένος, γιά νά τοῦ ἀναγγείλει μέ πραότητα: «Οἶνον οὐκ ἔχουσιν». Ἐνῶ ἀκόμη πρόφερε τά λόγια αὐτά, γεννήθηκε στήν καρδιά της ἡ σκέψη ὅτι ἴσως εἶχε ἔλθει ἡ ὥρα νά φανερώσει ὁ Κύριος τή δόξα Του, γιατί τό πνεῦμα της μελετοῦσε τά μεγαλειώδη γεγονότα, στά ὁποῖα ἡ ἴδια εἶχε παραστεῖ ὡς μάρτυρας ἀπό τήν ἡμέρα ἀκόμη τοῦ Εὐαγγελισμοῦ. Ὁ Κύριος ἀποκρίθηκε στόν βαθύ αὐτό συλλογισμό τῆς καρδιᾶς της, καί ἡ ἀπάντησή Του καταδεικνύει μέ ποιόν τρόπο ἡ ἐπικοινωνία στό πνευματικό ἐπίπεδο στοχεύει τήν οὐσία τοῦ θέματος, παρακάμπτοντας τά προκαταρκτικά στάδια τῆς συνήθους συζητήσεως.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 4 Ὀκτωβρίου 2026, ΙΗ΄ Ἐπιστολῶν (Β΄ Κορ. θ΄ 6-11)

6 […] ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖ­ται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρ­πι­σεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 4 Ὀκτωβρίου 2026, Β΄ Λουκᾶ (Λουκ. ς΄ 31-36)

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁ­­­μοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγα­πῶντας ὑμᾶς, ποία ὑ­μῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτω­λοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπο­λάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐ-χ­θροὺς ὑμῶν καὶ ἀγαθοποι­εῖτε καὶ δανείζετε μηδὲν ἀ­­πελπίζοντες, καὶ ἔσται ὁ μι­σθὸς ὑμῶν πολύς, καὶ ἔσε­σθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀ­­­χαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰ­­κτίρμων ἐστί.