Ἀριστοτέλης Βαλαωρίτης: «Κατὰ τὴν ἔναρξιν τοῦ ἱεροῦ ἀγῶνος κατεῖχε τὸν Πατριαρχικὸν θρόνον ὁ Γρηγόριος ὁ Ε΄, ὅστις, ὡς ἀνώτατος πνευματικὸς Ἄρχων τῶν ἁπανταχοῦ Ἑλλήνων, ἐκράτει ἀνὰ χείρας πάντα τὰ μυστηριώδη νήματα τῆς μεγάλης Ἑλληνικῆς συνωμοσίας καὶ διετέλει ἐν πλήρῃ γνώσει τῶν ἀκαταπαύστων καὶ ἀκατανοήτων ἐκείνων ἐνεργειῶν, δι’ ὧν οἱ Φιλικοὶ ὠργάνιζον καὶ προπαρασκεύαζον τὴν ἐπανάστασιν.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 14 Ἀπριλίου 2024, Δ΄ Νηστειῶν (Ἰωάννου τῆς Κλίμακος) (Ἑβρ. ς΄ 13-20)
Ἀδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ, λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 14 Ἀπριλίου 2024, Κυριακή Δ΄ Νηστειῶν – Ἰωάννου τῆς Κλίμακος (Μάρκ. θ΄ 17-31)
17 καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε· διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. 18 καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ρήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν. 19 ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. 20 καὶ ἰδὼν αὐτὸν εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. 21 καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ· πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπε· παιδιόθεν. 22 καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς. 23 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι. 24 καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου μετὰ δακρύων ἔλεγε· πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. 25 ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. 26 καὶ κρᾶξαν καὶ πολλὰ σπαράξαν αὐτὸν ἐξῆλθε, καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27 ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτόν, καὶ ἀνέστη.
Τὸ σχοινὶ τοῦ Πατριάρχη
Οι υπέροχοι Ύμνοι της Μεγάλης Σαρακοστής
Σελίδα 59 από 92
Για τους μικρούς μας φίλους
ΜΑΘΗΜΑΤΙΚΑ
Φήμη Μητροπολίτου Δ.Ο. & Σ. κ Δαμασκηνού
Μέγας Παρακλητικός Κανών στην Παναγία.
Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη
Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία
Ο καιρός στην Ορεστιάδα
Επισκέπτες






![]() | Σήμερα | 95 |
![]() | Χθες | 78 |
![]() | Αυτή την εβδομάδα | 482 |
![]() | Αυτό το μήνα | 1687 |
![]() | Όλες τις ημέρες | 62700 |




