Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 27 Ὀκτωβρίου 2024, ΙΗ΄ Κυριακῆς Ἐπιστολῶν (Β΄ Κορ. θ΄ 6-11)

Ἀδελφοί, ὁ σπείρων φειδομένως φει­δο­μένως καὶ θε­ρί­σει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. ἕκαστος κα­θὼς προαιρεῖται τῇ καρ­δίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δό­την ἀγαπᾷ ὁ Θεός. δυνα­τὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισ­σεύητε εἰς πᾶν ἔργον ἀγα­θόν, καθὼς γέγραπται· ἐ­σκόρπισεν, ἔδωκε τοῖς πέ­νη­σιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ὁ δὲ ἐ­πιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶ­­σιν χορηγήσαι καὶ πλη­­θύναι τὸν σπόρον ὑ­μῶν καὶ αὐξήσαι τὰ γε­νή­ματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶ­σαν ἁπλότητα, ἥτις κα­τεργάζεται δι᾿ ἡμῶν εὐ­χαριστίαν τῷ Θεῷ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 27 Ὀκτωβρίου 2024, Ζ΄ Λουκᾶ (Λουκ. η΄ 41-56)

41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρ­χων τῆς συναγωγῆς ὑπῆρ­χε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄ­χλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα,­ ἥτις ἰατροῖς προσαναλώ­σασα ὅλον τὸν βίον οὐκ ἴ­­­­σχυ­σεν ὑπ᾿ οὐδενὸς θερα­πευ­θῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵ­ματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀ­­­ποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου;

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ὁσίου Γερασίμου (Γαλ. ε΄ 22-ς΄ 2)

22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπι­θυμίαις. 25 Εἰ ζῶμεν Πνεύματι, πνεύ­ματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. 1 Αδελφοί, ἐὰν καὶ προ­ληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳ­ότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλη­ρώσατε τὸν νόμον τοῦ Χρι­στοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀ­­­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀ­νακράξας προσέπεσεν αὐ­­­τῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέο­μαί σου, μή με βασανί­σῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπά­κει αὐτόν, καὶ ἐδεσμεῖτο ἁ­­­λύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰη­σοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅ­­­τι δαιμόνια πολλὰ εἰσῆλθεν­ εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄ­­ρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐ­­­κείνους εἰσελθεῖν· καὶ ἐπέ­τρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμό­νια ἀπὸ τοῦ ἀνθρώπου εἰσ­ῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

Θεογνωσία, αὐτογνωσία καὶ ἠθικὴ

Γεώργιος Ι. Μαντζαρίδης, Ὁμότιμος Καθηγητὴς Θεολογικῆς Σχολῆς Α.Π.Θ

Προϋπόθεση γιὰ τὴν ἀναζήτηση καὶ γνώση τοῦ Θεοῦ, ὅπως καὶ γιὰ τὴν καλλιέργεια τῆς ἠθικῆς ζωῆς, εἶναι ἡ αὐτογνωσία. Πρωτίστως μάλιστα ἡ ἐπίγνωση τοῦ ἀνθρώπου ὅτι δὲν εἶναι αἴτιος τῆς ὑπάρξεώς του. Κάθε ἄνθρωπος γνωρίζει ὅτι δὲν ὀφείλει τὴν ὕπαρξή του στὸν ἑαυτό του ἡ ὅτι ἔχει τὸ εἶναι «δεδανεισμένον». Ἡ ἐπίγνωση αὐτὴ διατηρεῖ τὸν ἄνθρωπο μέσα στὰ ὅριά του καὶ τὸν προφυλάσσει ἀπὸ τὴν ἐκτροπή.

Ὁ ὅσιος Συμεὼν ὁ Νέος Θεολόγος παρατηρεῖ: «Πάντα, ὡς ὁρᾶται, τὰ ἄλογα ζῶα τὴν ἑαυτῶν φυλάττει καὶ φύσιν καὶ τάξιν, καὶ τοὺς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὒχ ὑπερβαίνει ποτέ. Οὗτος δὲ ὁ χειρὶ Θεοῦ πλασθείς, ὁ λόγῳ καὶ αὐτεξουσιότητι παρ’ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξία, οὐδὲ τὴν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδὲ ἐνέμεινεν ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδὲ ἐντός των ἰδίων ὅρων ἔστη ἤ τά ἐαυτοῦ μέτρα συνῆκεν». Ἡ αὐτεξουσιότητα τοῦ ἀνθρώπου ἔκανε καὶ κάνει δυνατὴ τὴν ἐκτροπὴ ἀπὸ τὰ ὅρια καὶ τὰ μέτρα του.

Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΣΠΟΡΕΩΣ

 Ἁγίου Ἰωάννου Χρυσοστόμου

δοὺ βγῆκε λέει, αὐτός πού σπέρνει γιά νά σπείρη. Ἀπὸ ποῦ βγῆκε αὐτὸς πού εἶναι παρών σ’ ὅλα τὰ μέρη, αὐτὸς πού τὰ γεμίζει ὅλα; Καὶ πῶς βγῆκε; Ὄχι τοπικὰ ἀλλὰ κατὰ τή σχετική μέ ἐμᾶς οἰκονομία του, ἔγινε πλησιέστερός μας μὲ τὴν ἔνδυση τῆς σάρκας. Ἐπειδὴ δέν μπορούσαμε νά μποῦμε ἐμεῖς, καθὼς μᾶς ἔκλειναν τὴν εἴσοδο τὰ ἁμαρτήματά μας, βγαίνει Ἐκεῖνος σ’ ἐμᾶς. Καί μέ ποιό σκοπὸ βγῆκε; Γιά νά καταστρέψη τή γεμάτη ἀπὸ ἀγκάθια γῆ καὶ νά τιμωρήση τοὺς γεωργούς; Καθόλου· ἀλλὰ νά καλλιεργήση καὶ νά φροντίση καὶ νά σπείρη τὸν λόγο τῆς εὐσεβείας. Σπόρο ἐδῶ ἐννοεῖ τή διδασκαλία· χωράφι τίς ψυχὲς τῶν ἀνθρώπων· σπορέα τὸν ἑαυτὸ του.