Ἀρχιμ. Ἀντώνιος Ρωμαῖος
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 29 Σεπτεμβρίου 2024, B΄ Λουκᾶ (Λουκ. ς΄ 31-36)
31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐ-χθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 29 Σεπτεμβρίου 2024, B΄ Λουκᾶ (Λουκ. ς΄ 31-36)
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Σεπτεμβρίου 2024, ΙΓ΄Κυριακῆς (Α΄ Κορ. ις΄ 13-24)
Ἀδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Σεπτεμβρίου 2024, ΙΓ΄Κυριακῆς (Α΄ Κορ. ις΄ 13-24)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Σεπτεμβρίου 2024, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς·
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Σεπτεμβρίου 2024, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)
ΣΤΑΥΡΟΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑ ΣΤΗ ΖΩΗ ΤΟΥ ΧΡΙΣΤΙΑΝΟΥ
Στόν σύγχρονο κόσμο ἡ ἐλευθερία δέν εἶναι μόνο ἀναζήτηση καί ἐπιδίωξη. Εἶναι κοινωνικοπολιτικό σύνθημα. Γίνεται ἀντικείμενο φιλοσοφικοῦ στοχασμοῦ. Προβάλλει σάν ὑπαρξιακή ἀνάγκη. Χαρακτηρίζει ὁρισμένα οἰκονομικά συστήματα. Γιά πολλούς εἶναι χαμένος θησαυρός. Γιά ἄλλους ἀνεπίτρεπτη οὐτοπία. Μερικοί τή νομίζουν σάν τό ὕψιστο ἀγαθό καί ἄλλοι τή λατρεύουν σάν θεό ἤ σάν ἡμίθεο.
Ἡ ἐλευθερία τροφοδοτεῖ τίς ἐπαναστάσεις καί τρέφεται ἀπ᾽ αὐτές. Γιά μᾶς τούς Ἕλληνες εἶναι ταυτισμένη μέ τήν ὑπόσταση τῆς πατρίδας μας. Ἄνετα τήν πληρώνουμε μέ τήν αὐτοθυσία μας καί συχνά τή μονοπωλοῦμε στήν πολιτικολογία. Γιά τούς Χριστιανούς εἶναι κλήση καί προορισμός. Ἕνα ξέχωρο δῶρο τοῦ Θεοῦ σέ κάθε πιστό. Ὑπαρξιακή καρποφορία σέ ὅσους ἔχουν ἐγκεντρισθῆ στήν καλλιέλαιο. Στή θεολογία τοῦ Παύλου ἡ ἐλευθερία παρουσιάζεται μέ θεμελιακή σημασία καί οἱ διαστάσεις της ξεκινοῦν ἀπό τήν ἁπλή καθημερινότητα καί φθάνουν στήν ἐσχατολογική προβολή τῆς «καινῆς κτίσης» καί τοῦ «νέου Ἀδάμ».
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024, Μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
Αδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024, Μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024, μετὰ τὴν Ὕψωση (Μάρκ. η΄ 34 – θ’ 1)
34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 15 Σεπτεμβρίου 2024
Σελίδα 50 από 97










