Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 29 Δεκεμβρίου 2024, Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν (Ματθ. β΄ 13-23)
3 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρί-βωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· 18 φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων·
ΧΡΙΣΤΟΣ ΕΤΕΧΘΗ!
Ἁγίου Ἰουστίνου Πόποβιτς
Ὁ Χριστός, ὁ Θεός, γεννήθηκε στὴ γῆ ὡς ἄνθρωπος.
Γιατί;
Κάλαντα Χριστουγέννων Βυζαντινὰ

«Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετή Σου Χριστὲ»
ἀρχιμ. Ζαχαρίας Ζάχαρου
Τὸ γεγονὸς τῶν Χριστουγέννων εἶναι θαυμαστὸ καὶ τέλεια ἡ χάρη τῆς ἑορτῆς ποὺ σκέπασε τὴ γῆ. Ἡ ἀρετὴ τοῦ Χριστοῦ κάλυψε τοὺς οὐρανοὺς καὶ ἡ Ἁγία Ἐκκλησία λαμπρύνεται ἀπὸ τὴ χαρὰ τοῦ ἐρχομοῦ τοῦ Ὑψίστου πάνω στὴ γῆ. Πανηγυρίζει φαιδρῶς τὴ φανέρωση τῆς ἀγάπης τοῦ Θεοῦ, ποὺ τόσο πολὺ ἀγάπησε τὸν κόσμο, ὥστε ἔδωσε τὸν Μονογενῆ Του Υἱό, γιὰ νὰ μὴ χάνεται στὸ σκοτάδι τῆς ἀνυπαρξίας ὅποιος πιστεύει, ἀλλὰ νὰ ἔχει ζωὴ αἰώνια .
Ὁ Θεὸς ἔγινε Ἄνθρωπος, ὅπως λένε οἱ Πατέρες, γιὰ νὰ γίνει ὁ ἄνθρωπος θεός. Κατέβηκε ὁ Ὕψιστος ἀπὸ τὸν Οὐρανό, γιὰ νὰ ἀνεβεῖ ὁ ἄνθρωπος ἀπὸ τὴν πτώση του. Πτώχευσε ὁ Θεός, γιὰ νὰ πλουτίσει ὁ ἐνδεὴς ἄνθρωπος. Τὰ Χριστούγεννα γιορτάζουμε τὴν καινὴ δημιουργία, τὴν «παλιγγενεσία» , τὴν ἀναδημιουργία τοῦ ἀνθρώπου. Ἀπὸ τότε ποὺ ὁ Θεὸς γεννήθηκε καὶ ἔφερε τὴ χάρη πάνω στὴ γῆ, ἡ Ἐκκλησία, ὡς μητέρα τίκτουσα, ὠδινᾶται καὶ πάσχει μὲ τὸν πόθο νὰ γεννηθεῖ ὁ Υἱὸς τοῦ Θεοῦ στὴν καρδιὰ κάθε πιστοῦ.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 22 Δεκεμβρίου 2024, πρὸ τῆς Χριστοῦ Γεννήσεως (Ἑβρ. ια΄ 9-10, 32-40)
Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 22 Δεκεμβρίου 2024, Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως (Ματθ. α΄ 1-25)
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν,
Σελίδα 31 από 86










