Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 5 Ὀκτωβρίου 2025, ΙΖ΄ Ἐπιστολῶν (Β΄ Κορ. ς΄ 16-ζ΄ 1)
[…] ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
ιζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 5 Ὀκτωβρίου 2025, ΙΖ΄ Ἐπιστολῶν (Β΄ Κορ. ς΄ 16-ζ΄ 1)
Ἡ Θαυμαστή ἁλιεία
(Λουκ. 5’ 1-11)
Αὐτὸ ἦταν ἕνα ἀπὸ τὰ περιστατικὰ ποὺ γίνονταν ὅταν συνάζονταν μεγάλα πλήθη γιὰ ν’ ἀκούσουν τὸ λόγο τοῦ Θεοῦ ἀπὸ τὰ χείλη τοῦ Χριστοῦ. Δὲν θὰ μποροῦσε νὰ διαλέξει καλλίτερο τόπο ἀπὸ μιὰ βάρκα, γιὰ νὰ Τὸν βλέπουν καὶ νὰ Τὸν ἀκοῦν ὅλοι. Στὴν παραλία ὑπῆρχαν δύο πλοιάρια κι οἱ ψαράδες ἀσχολοῦνταν μὲ τὸ πλύσιμο τῶν διχτυῶν. Τὰ πλοιάρια αὐτὰ ἦταν κλασσικὰ μικρὰ ψαροκάικα, σὰν κι αὐτὰ ποὺ χρησιμοποιοῦνται καὶ σήμερα στὴ λίμνη Γεννησαρέτ. Τὸ πλοιάριο ὅπου μπῆκε ὁ Κύριος ἀνῆκε στὸ Σίμωνα, τὸν μετέπειτα ἀπόστολο Πέτρο. Ὁ Κύριος ζήτησε ἀπὸ τὸ Σίμωνα ν’ ἀπομακρύνει λίγο τό πλοιάριο ἀπὸ τὴν ἀμμουδιὰ κι ἔπειτα κάθισε ἐκεῖ κι ἄρχισε νὰ διδάσκει τὰ πλήθη.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Σεπτεμβρίου 2025, ΙΣΤ΄ Κυριακῆς (Β΄ Κορ. ς΄ 1-10)
Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς – 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας – 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Σεπτεμβρίου 2025, ΙΣΤ΄ Κυριακῆς (Β΄ Κορ. ς΄ 1-10)
Στα μονοπάτια του Αγίου Όρους
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, Μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄1)
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, Μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄1)
Σελίδα 35 από 98









