Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 25 Ἰανουαρίου 2026, ἁγίου Γρηγορίου τοῦ Θεολόγου (Ἑβρ. ζ΄ 26 – η΄ 2)
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Ἰανουαρίου 2026, Κυριακὴ ΙE΄ Λουκᾶ (Λουκ ιθ΄ 1-10)
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Ἰανουαρίου 2026, Κυριακὴ ΙE΄ Λουκᾶ (Λουκ ιθ΄ 1-10)
Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Ἀθανασίου καὶ Κυρίλλου Πατρ. Ἀλεξανδρείας (Ἑβρ. ιγ΄ 7-16)
Ἀδελφοί, μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Κυριακὴ ΙΒ΄ Λουκᾶ (Λουκ. ιζ΄12-19)
12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑ-αυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Κυριακὴ ΙΒ΄ Λουκᾶ (Λουκ. ιζ΄12-19)
Ο Μέγας Αθανάσιος
βίος και πολιτεία
Είναι κοινή διαπίστωση, μα και λυπηρά δυστυχώς, στις ημέρες μας αντιστραφήκανε οι όροι. Οι όροι της λογικής, της τάξεως και της ευπρέπειας. Τα κάτω, τα μικρά, τα ανάξια λόγου τα βάλαμε στα επάνω σκαλοπάτια της κλίμακος των αξιών και τα μεγάλα στα χαμηλά. Σεβόμαστε, αναγνωρίζουμε και ηρωποιούμε τους μικρούς, τους ανάξιους, αντί τους μεγάλους και τους άξιους. Τους μεγάλους ευεργέτες της ανθρωπότητας, τους κορυφαίους της επιστήμης, των τεχνών και των γραμμάτων, τους ήρωες της πίστεως και της πατρίδας τους περιφρονούμε, δεν τους αναγνωρίζουμε.
Ἀναλυτικὸς Βίος τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου
Σὲ κανέναν Ἅγιο τῆς Ἐκκλησίας μας δὲν ἔκανε τόσες καὶ τέτοιες ἄγριες ἐπιθέσεις πειρασμῶν ὁ διάβολος, ὅσες στὸν Μέγα Ἀντώνιο. Μεταχειρίστηκε ὁ δόλιος ὅλα τὰ μέσα γιὰ νὰ τὸν γκρεμίσει, ἀλλὰ δὲν μπόρεσε. Πάμπλουτος ἀλλὰ ἀγράμματος Τὸ 251 μ.Χ. γεννήθηκε στὴν Αἴγυπτο ἕνα μεγάλο καὶ φωτεινὸ ἀστέρι τῆς χριστιανοσύνης: Ὁ Μέγας Ἀντώνιος. Ἰδιαίτερη πατρίδα του ἤτανε ἕνα μικρὸ χωριό, Κόμα ὀνομαζόμενο, ποὺ βρισκόταν ἀνατολικὰ τῆς ὄχθης τοῦ ποταμοῦ Νείλου, στὴν Νότιο Μέμφιδα.
Σελίδα 7 από 92








