Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 31 Αὐγούστου 2025, Κυριακὴ ΙΒ΄ Ματθαίου (Ματθ. ιθ΄ 16-26)
Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ, γονυπετῶν αὐτῷ καὶ λέγων· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε·
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 31 Αὐγούστου 2025, Κυριακὴ ΙΒ΄ Ματθαίου (Ματθ. ιθ΄ 16-26)
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Αὐγούστου 2025, Κυριακή ΙA΄ Ἐπιστολῶν (Α΄ Κορ. θ΄ 2-12)
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν Κυρίῳ. 3 ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστί. 4 Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; 5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου καὶ Κηφᾶς; 6 ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; 7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει; 8 Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ; ἢ οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; 9 ἐν γὰρ τῷ Μωσέως νόμῳ γέγραπται· οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; 10 ἢ δι᾿ ἡμᾶς πάντως λέγει; δι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ᾿ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ᾿ ἐλπίδι.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Αὐγούστου 2025, Κυριακὴ ΙΑ΄ Ματθαίου (Ματθ. ιη΄ 23-35)
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι· 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 24 Αὐγούστου 2025, Κυριακὴ ΙΑ΄ Ματθαίου (Ματθ. ιη΄ 23-35)
Η Απόδοση της Εορτής της Κοιμήσεως της Θεοτόκου
Ιερομόναχος Γεννάδιος Μανώλης, Θεολόγος
Κάθε εορτή στον εορτολογικό κύκλο της Εκκλησίας ενός προσώπου ή ενός γεγονότος έχει τρία στάδια, τα προεόρτια, την κυρίως εορτή και τα μεθεόρτια (δηλαδή τον απόηχό της). Στις 23 Αυγούστου εκάστου έτους εορτάζουμε την Απόδοση της Κοιμήσεως της Θεοτόκου και η Εκκλησία κλείνει με την ίδια πανηγυρική διάθεση τους εορτασμούς της Κοιμήσεως και της Μεταστάσεως της Παναγίας, που τιμάται την 15 Αυγούστου.
Ο λαός μέσα από την λαϊκή του ευσέβεια δίνει άλλο τόνο στη εορτή και την αποκαλεί τα «Εννιάμερα της Παναγίας». Τη σκέφτεται σαν μνημόσυνο προς τη Μητέρα του Θεού, όπως πράττει, άλλωστε, και για τους δικούς του ανθρώπους. Ασφαλώς, από θεολογικής και λειτουργικής απόψεως, δεν πρόκειται για εννεαήμερο μνημόσυνο για την Παναγία, αφού η Θεοτόκος ως μητέρα του Χριστού «μετέστη προς την ζωήν, μήτηρ υπάρχουσα της ζωής» και πρεσβεύει για τη δική μας σωτηρία και, συνεπώς, δεν νοείται τέλεση μνημοσύνου υπέρ αναπαύσεως της ψυχής της.
Περισσότερα: Η Απόδοση της Εορτής της Κοιμήσεως της Θεοτόκου
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Αὐγούστου 2025, Κυριακή Ι΄ Ἐπιστολῶν (Α΄ Κορ. δ΄ 9-16)
9 Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Αὐγούστου 2025, Κυριακή Ι΄ Ἐπιστολῶν (Α΄ Κορ. δ΄ 9-16)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 17 Αὐγούστου 2025, Κυριακὴ Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον· διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. 21 τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. 22 Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 17 Αὐγούστου 2025, Κυριακὴ Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)
Σελίδα 10 από 86









