Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 28 Σεπτεμβρίου 2025, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιη­σοῦς παρὰ τὴν λίμνην Γεν­νη­σαρέτ, εἶδε δύο πλοῖα ἑστῶ­τα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀ­πο­βάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ­ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαν­τες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυ­θίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξ­ελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Στα μονοπάτια του Αγίου Όρους


Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)

16 εδότες δ τι ο δικαι­οται νθρωπος ξ ργων νόμου ἐὰν μ δι πίστεως ησο Χριστο, κα μες ες Χριστν η­σον πι­στεύσαμεν, να δικαι­­ωθμεν κ πίστεως Χρι­στο κα οκ ξ ργων νόμου, διότι ο δικαιωθήσε­ται ξ ργων νόμου πσα σάρξ. 17 ε δ ζητοντες δικαιω­θναι ν Χριστ ερέθημεν κα ατο μαρτωλοί, ρα Χριστς μαρτίας διάκονος; μ γένοιτο. 18 ε γρ  κατέλυσα τατα πάλιν οκοδομ, παραβάτην μαυτν συνίστημι. 19 γ γρ δι νόμου νόμ πέθανον, να Θε ζήσω. 20 Χριστ συνεσταύρωμαι· ζ δ οκέτι γώ, ζ δ ν μο Χριστός·  δ νν ζ ν σαρκί, ν πίστει ζ τ το υο το Θεο το γαπήσαντός με κα παραδόντος αυτν πρ μο.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, Μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄1)

Εἶπεν ὁ Κύριος· ὅστις ­θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυ­ρὸν αὐ­τοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ­ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνε­κεν ἐμοῦ καὶ τοῦ εὐαγγελί­­ου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ­ἄνθρωπον ἐὰν κερ­δήσῃ τὸν κόσμον ὅλον, καὶ ­ζημιωθῇ τὴν ψυχὴν αὐ­τοῦ; ἢ τί δώσει ­ἄνθρωπος ἀντάλ­λαγμα τῆς ψυχῆς αὐ­τοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γε­νεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁ­μαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀν­θρώπου ­ἐπαισχυνθήσεται αὐ­­­­­­τὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγ­γέ­λων τῶν ἁγίων. Καὶ ἔ­­λε­­­­­γεν αὐτοῖς· ἀμὴν λέ­γω ὑ­μῖν ὅτι εἰσί τινες τῶν ὧ­δε ἑ­στη­­κότων, οἵτινες οὐ μὴ γεύ­­­σων­­­ται θανάτου ἕως ἂν ἴ­δω­­­­σι τὴν βασιλείαν τοῦ Θεοῦ ­ἐληλυθυῖαν ἐν δυνάμει.

Μια κατηγορία αγίων της Εκκλησίας μας είναι αυτή των στρατιωτικών.

Μάλιστα η αγιασμένη αυτή τάξη ανάδειξε πλήθος Μαρτύρων στα πρωτοχριστιανικά χρόνια.

Ένας από αυτούς είναι και ο άγιος Μεγαλομάρτυρας Ευστάθιος.

Έζησε στα χρόνια του Τραϊανού (98-117) και του Αδριανού (117-138). Ήταν στρατιωτικός και υπηρετούσε ως ανώτερος αξιωματικός στον ρωμαϊκό στρατό.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 14 Σεπτεμβρίου 2025, Ἡ Ὕψωση τοῦ Τιμίου Σταυροῦ (Α΄ Κορ. α΄ 18-24)

18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυ­ροῦ τοῖς μὲν ἀπολ­λυμέ­νοις μωρία ἐστί, τοῖς δὲ σῳ­ζο­μένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώ­ρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χρι­στὸν ἐσταυρωμένον, Ἰ­ου­­­­­δαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.