Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 26 Ὀκτωβρίου 2025, Ἁγίου Δημητρίου (Β΄ Τιμ. β΄ 1-10)

Σὺ οὖν, τέκνον μου, ἐνδυ­ναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦ­τα παράθου πιστοῖς ἀν­θρώ­ποις, οἵτινες ἱκανοὶ ἔσον­ται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολο­γήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μετα­λαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε Ἰησοῦν Χρι­στὸν ἐγηγερμένον ἐκ νε­κρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δε­σμῶν ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέ­­δε­­ται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 26 Ὀκτωβρίου 2025, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιη­σοῦ εἰς τὴν χώραν τῶν Γα­δα­­­­ρηνῶν, ὑπήντησεν αὐτῷ ἀ­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν ᾿Ιησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, ᾿Ιησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυ­λασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. ἐπηρώτησε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐ­τοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ἦν δὲ ἐ­κεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν ᾿Ιησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξελη­­λύ­θει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυ­σε δὲ αὐτὸν ὁ ᾿Ιησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πό­λιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ ᾿Ιησοῦς.

Ἡ ευθύνη και ὁ ρόλος των γονιών κατά τόν Γέροντα Σωφρόνιο

 

Α) Αναμνήσεις του Γέροντος Σωφρονίου από τα  παιδικά και νεανικά του χρόνια.

Ο Γέροντας Σωφρόνιος συχνά θυμόταν ότι, πριν από την αναχώρησή του από την Ρωσία για το εξωτερικό, η μητέρα του τού έδωσε ένα μικρό επιστήθιο σταυρό ως ένδειξη της μητρικής της ευλογίας. Ήταν η εποχή που ο ίδιος είχε προσελκυσθεί από Ανατολικές θρησκείες αφήνοντας την πίστη της νεανικής του ηλικίας. Δέχτηκε όμως τον μικρό αυτό σταυρό για να μη στεναχωρήσει τη μητέρα του. Με την πάροδο του χρόνου, όπως έλεγε ο ίδιος, αισθανόταν όλο και ισχυρότερα τη δύναμη της ενέργειας  της μητρικής ευλογίας που τον συνόδευε σε όλη του τη ζωή.

[Είχε πάντα μαζί του τον σταυρό αυτόν. Ζήτησε μάλιστα να τον θάψουν με αυτόν και να βάλουν στον τάφο του λίγο χώμα από τον τάφο της μητέρας του πού το είχε φυλάξει ύστερα από ένα ταξίδι του στη Ρωσία].

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 19 Ὀκτωβρίου 2025, ΙΘ΄ Ἐπιστολῶν (Β΄ Κορ. ια΄ 31 – ιβ΄ 9)

31 ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρού­ρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαρ­γάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 19 Ὀκτωβρίου 2025, Γ΄ Λουκᾶ (Λουκ. ζ΄ 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συν­επορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογε­νὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐ­τῇ· μὴ κλαῖε· καὶ προσ­ελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀν­εκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔ­δω­­κεν αὐτὸν τῇ μη­τρὶ αὐ­­τοῦ. ἔλαβε δὲ ­φό­­­βος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγον­τες ὅτι προ­φή­της μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.