Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 30 Αὐγούστου 2026, Κυριακή ΙΓ΄ Ἐπιστολῶν (Α΄ Κορ. ις΄ 13-24)

Ἀδελφοί, γρηγορεῖτε, στή­κετε ἐν τῇ πίστει, ἀνδρί­ζεσθε, κραταιοῦσθε. πάν­τα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Πα­ρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδα­τε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κο­πιῶντι. χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάν­τες. ἀσπάσασθε ἀλλήλους ἐν φι­λήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 30 Αὐγούστου 2026, Κυριακή ΙΓ΄ Ματθαίου (Ματθ. κα΄ 33-42)

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤ­­­ρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐ­­­ξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους­ δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξ­­­έ­βαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύρι­­ος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵ­­τι­­­νες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς και­­ροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπε­δοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμα­στὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

Προδρομικά-Ἀποτομή τῆς Τιμίας Κεφαλῆς

Ἅγιος Ιουστίνος Πόποβιτς

Σήμερα εἶναι μιά μικρή Μεγάλη Παρασκευή, μιά δεύτερη Μεγάλη Παρασκευή. Γιάτὶ σήμερα ὁ μεγαλύτερος ἄνδρας μεταξὺ ἐκείνων πού γεννήθηκε ἀπὸ γυναῖκα, Ἰωάννης, ὁ Πρόδρομος καὶ Βαπτιστὴς τοῦ Κυρίου, θανατώνεται. Τὴ Μεγάλη Παρασκευή, οἱ ἄνθρωποι θανατώνουν τὸν Θεό, σταυρώνουν τὸν Θεό. Στή σημερινὴ ἁγία μεγάλη γιορτή, οἱ ἄνθρωποι θανατώνουν τὸν μέγιστο ὅλων τῶν ἀνθρώπων. Δέν εἶμαι ἑγώ πού ἐπέλεξε νά χρησιμοποιήσει τὴν ἔκφραση «τὸν μείζονα». Τί εἶναι ὁ ἔπαινός μου γιά τὸν μεγάλο καὶ ἔνδοξο Πρόδρομο τοῦ Κυρίου, τὸν ὁποῖο ὁ Κύριος ἐπαίνεσε περισσότερο ἀπὸ ὁποιονδήποτε ἄλλο ἄνθρωπο, περισσότερο ἀπὸ ὅλους, ἀπὸ τοὺς Ἀποστόλους, τοὺς Ἀγγέλους, τοὺς Προφῆτες, τοὺς δικαίους, τοὺς Σοφούς; Ἀπὸ τὸν Κύριο εἰπώθηκε γι’ αὐτόν: «οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ» (Ματθ. 11,11). Σὲ ὅλη τή Δημιουργία, δέν ὑπάρχει κανένας μεγαλύτερος ἔπαινος.

ΑΝΑΚΟΙΝΩΣΕΙΣ

 

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 23 Αὐγούστου 2026, Ἀπόδοση ἑορτῆς Κοιμήσεως τῆς Θεοτόκου (Φιλιπ. β΄ 5-11)

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θε­­­οῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκέ­νωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχή­ματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέ­­­­χρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχα­ρί­­σατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμ­ψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομο­­­λογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 23 Αὐγούστου 2026, Ἀπόδοση ἑορτῆς Κοιμήσεως τῆς Θεοτόκου (Λουκ. ι΄ 38-42, ια΄ 27-28)

38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυ­νὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶ­το περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακο­νεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μα­ρία δὲ τὴν ἀγαθὴν μερίδα ἐ­­­ξελέξατο, ἥτις οὐκ ἀ­φαι­ρε­θήσεται ἀπ᾿ αὐτῆς.

ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μα­στοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.