Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 25 Ἰανουαρίου 2026, ἁγίου Γρηγορίου τοῦ Θεολόγου (Ἑβρ. ζ΄ 26 – η΄ 2)

Ἀδελφοί, τοιοῦτος ἡ­­­­μῖν ἔπρεπεν ἀρχι­ερεύς, ὅσιος, ἄκα­κος, ἀμίαντος, κεχω­ρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 25 Ἰανουαρίου 2026, Κυριακὴ ΙE΄ Λουκᾶ (Λουκ ιθ΄ 1-10)

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗ­τος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μι­κρὸς ἦν. καὶ προδρα­μὼν ἔμπροσ­θεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐ­κείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀ­να­βλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐ­τὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖ­ναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόν­τες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁ­μαρτωλῷ ἀνδρὶ εἰσῆλθε κα­τα­λῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑ­παρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐ­συκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴ­κῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Ἀθανασίου καὶ Κυρίλλου Πατρ. Ἀλεξανδρείας (Ἑβρ. ιγ΄ 7-16)

Ἀδελφοί, μνημονεύετε τῶν ἡ­γου­­μένων ὑμῶν, οἵτινες ἐλάλη­σαν ὑμῖν τὸν λόγον τοῦ ­Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐ­τὸς καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βε­βαι­οῦσθαι τὴν καρ­δίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠ­φε­­­­λή­θησαν οἱ περιπατήσαντες. ἔχο­μεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔ­χουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λα­τρεύ­οντες· ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κα­­τακαίεται ἔξω τῆς παρεμβολῆς· διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔ­παθε. τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. δι’ αὐτοῦ οὖν ἀνα­φέρω­­μεν θυσίαν αἰνέσε­ως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστι καρπὸν χειλέ­ων ὁ­μο­λογούντων τῷ ὀνόματι αὐτοῦ. τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπι­λαν­­θά­νεσθε· τοιαύταις γὰρ θυσίαις εὐα­ρεστεῖται ὁ Θεός.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 18 Ἰανουαρίου 2026, Κυριακὴ ΙΒ΄ Λουκᾶ (Λουκ. ιζ΄12-19)

12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέ­γοντες· Ἰησοῦ ἐπιστάτα, ἐ­­­λέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑ­­­-αυ­­τοὺς τοῖς ἱερεῦσι. καὶ ἐγέ­νετο ἐν τῷ ὑπάγειν αὐ­τοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φω­νῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσω­πον παρὰ τοὺς πόδας αὐ­τοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐ­καθα­ρίσθησαν; οἱ δὲ ἐν­νέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέ­ψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗ­τος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

  Ο  Μέγας Αθανάσιος

βίος και πολιτεία

Είναι κοινή διαπίστωση, μα και λυπηρά δυστυχώς, στις ημέρες μας αντιστραφήκανε οι όροι. Οι όροι της λογικής, της τάξεως και της ευπρέπειας. Τα κάτω, τα μικρά, τα ανάξια λόγου τα βάλαμε στα επάνω σκαλοπάτια της κλίμακος των αξιών και τα μεγάλα στα χαμηλά. Σεβόμαστε, αναγνωρίζουμε και ηρωποιούμε τους μικρούς, τους ανάξιους, αντί τους μεγάλους και τους άξιους. Τους μεγάλους ευεργέτες της ανθρωπότητας, τους κορυφαίους της επιστήμης, των τεχνών και των γραμμάτων, τους ήρωες της πίστεως και της πατρίδας τους περιφρονούμε, δεν τους αναγνωρίζουμε.

Ἀναλυτικὸς Βίος τοῦ Ὁσίου Ἀντωνίου τοῦ Μεγάλου

Σὲ κανέναν Ἅγιο τῆς Ἐκκλησίας μας δὲν ἔκανε τόσες καὶ τέτοιες ἄγριες ἐπιθέσεις πειρασμῶν ὁ διάβολος, ὅσες στὸν Μέγα Ἀντώνιο. Μεταχειρίστηκε ὁ δόλιος ὅλα τὰ μέσα γιὰ νὰ τὸν γκρεμίσει, ἀλλὰ δὲν μπόρεσε. Πάμπλουτος ἀλλὰ ἀγράμματος Τὸ 251 μ.Χ. γεννήθηκε στὴν Αἴγυπτο ἕνα μεγάλο καὶ φωτεινὸ ἀστέρι τῆς χριστιανοσύνης: Ὁ Μέγας Ἀντώνιος. Ἰδιαίτερη πατρίδα του ἤτανε ἕνα μικρὸ χωριό, Κόμα ὀνομαζόμενο, ποὺ βρισκόταν ἀνατολικὰ τῆς ὄχθης τοῦ ποταμοῦ Νείλου, στὴν Νότιο Μέμφιδα.