Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026, Κυριακή τοῦ Τυφλοῦ (Πράξ. ις΄ 16-34)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σί­λαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον·

 
 
 Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 17 Μαΐου 2026, Κυριακὴ τοῦ Τυφλοῦ (Ἰωάν. θ΄ 1-38)

Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐ­­­­τοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ ­γονεῖς αὐ­­­τοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαν­τός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ­ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ ­πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ­ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ­ἔλεγον οὖν αὐ­τῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ­ἄνθρωπος λε­γό­μενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ­ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.

 
 
 

Η ΣΥΝΑΝΤΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕ ΤΗΝ ΣΑΜΑΡΕΙΤΙΔΑ

 συνάντηση μὲ τὸν Χριστὸ ἐκπλήσσει τὸν ἄνθρωπο. Καὶ ὅταν ὁ ἄνθρωπος δὲν ἐκπλήσσεται, πρέπει νὰ διερωτηθεῖ, ἂν πράγματι συνάντησε τὸν Χριστό, ἂν αἰσθάνθηκε τὴν ἀληθινὴ παρουσία του. Ἡ ἔκπληξη αὐτή δὲν εἶναι ἀνεξήγητη, οὔτε παράλογη, ἀλλά κατανοητὴ καὶ λογική. Εἶναι κάτι πού δημιουργεῖται ἀπὸ τὴν συνάντηση τοῦ φυσικοῦ μὲ τὸ ὑπερφυσικό, τοῦ σχετικοῦ μὲ τὸ ἀπόλυτο, τοῦ πρόσκαιρου μὲ τὸ αἰώνιο.

 
 Κυριακή της Σαμαρείτιδας: Η δίψα η αρχέτυπη

 
 Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 10 Μαΐου 2026, Κυριακή τῆς Σαμαρείτιδος (Πράξ. ια΄ 19-30)

Εν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.

 
 Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 10 Μαϊου 2026, Κυριακὴ τῆς Σαμαρείτιδος (Ἰωάν. δ΄ 5-42)

5 ἔρχεται οὖν [ὁ Ἰησοῦς] εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰα­κώβ. ὁ οὖν Ἰησοῦς κεκο­πια­κὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πη­γῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;