Διάλογος περὶ προσευχῆς

 

– Τι εἶναι ἡ προσευχὴ καὶ ποιὰ τὰ εἴδη της, κατὰ τοὺς ἁγίους Πατέρες;

– Προσευχὴ εἶναι ἡ συνομιλία μὲ τὸν Θεό. Εἶναι βλαστὸς τῆς πραότητας καὶ τῆς ἀοργησίας, εἶναι καρπὸς τῆς χαρᾶς καὶ τῆς εὐχαριστίας. Κατὰ τὸν Εὐάγριο τὸν Ποντικό, εἶναι ἡ ἀποδίωξη τῆς λύπης καὶ τῆς ἀπελπισίας. Εἶναι ἡ ἕνωση καὶ συνάφεια τοῦ ἀνθρώπου μὲ τὸν Θεὸ καί, κατὰ τοὺς Πατέρες, ἡ δύναμη τοῦ κόσμου, ἡ συμφιλίωση μὲ τὸν Θεό, ἡ μητέρα τῶν δακρύων καὶ ἡ θυγατέρα αὐτῶν. Ἡ προσευχὴ εἶναι τὸ κλειδὶ τῆς βασιλείας τῶν οὐρανῶν καί, κατὰ τὸν Ρῶσο ἅγιο Θεοφάνη τὸν Ἔγκλειστο, εἶναι ἡ ἀνάβαση τοῦ νοῦ καὶ τῶν σκέψεών μας στὸν Θεό.

Ἡ προσευχὴ ἔχει τρεῖς βαθμούς: Στὸν πρῶτο ἀνήκει ἡ προφορικὴ ἢ σωματικὴ προσευχή, στὸν δεύτερο ἡ νοερὰ καὶ στὸν τρίτο ἡ καρδιακή.

ΜΑΘΗΤΙΚΗ ΚΑΙ ΣΤΡΑΤΙΩΤΙΚΗ ΠΑΡΕΛΑΣΗ ΓΙΑ ΤΗΝ ΕΠΕΤΕΙΟ ΤΗΣ 28ης ΟΚΤΩΒΡΙΟΥ 2023 ΣΤΗΝ ΟΡΕΣΤΙΑΔΑ

 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 29 Ὀκτωβρίου 2023, ΚΑ΄ Κυριακῆς (Γαλ. β΄ 16-20)

16 εἰδότες δὲ ὅτι οὐ δικαι­οῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰη­σοῦν ἐπι­στεύσαμεν, ἵνα δικαι­­ωθῶμεν ἐκ πίστεως Χρι­στοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσε­ται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιω­θῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 29 Ὀκτωβρίου 2023, Ζ΄ Λουκᾶ (Λουκ. η΄ 41-56)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

ΠΑΡΕΛΑΣΗ 28ης ΟΚΤΩΒΡΙΟΥ 2022 ΣΤΗΝ ΟΡΕΣΤΙΑΔΑ

Ο ΕΛΛHΝΟΪΤΑΛΙΚΟΣ ΠΟΛΕΜΟΣ (1940-1941)